Sodalitas Graeciae (Nova Roma)/Religion from the Papyri/PGM Hymns

From NovaRoma
Jump to: navigation, search

Hymn One (XII 244-252)

Greek English
τίς μορφὰς ζώων ἔπλασε, τίς δὲ εὗρε κελεύθους;
τίς καρπῶν γεννητής, τίς δ’ οὔρεα ὑψόσ’ ἐγείρει;
τίς δὲ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα;
τίς δὲ Αἰὼν Αἰ<ῶ>να τρέφων Αἰῶσιν ἀνάσσει;
εἷς θεὸς ἀθάνατος· πάντων γεννήτωρ σὺ πέφυκας
καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις,
Αἰώνων βασιλεῦ καὶ κύριε, ὃν καὶ τρέμουσιν
οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε τὰ ῥεῖθρα
καὶ βῆσσαι γαίης <κ>αὶ πνεύματα, πάντα τὰ φύντα.
οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα,
κύριε, παντοκράτωρ ἅγιε καὶ δέσποτα πάντων.
σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεθ' ἅπαντα,
ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς,
ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ.
Who molded the forms of the beasts [of the Zodiac]? Who found [their] routes.
Who was the begetter of fruits? Who raises up the mountains?
Who commanded the winds to hold to their annual tasks?
What Aion nourishing an Aion rules the Aions?
One deathless god. You are the begetter of all
and assign souls to all and control all,
king of the Aions and lord, [before] whom
mountains and plains together tremble, springs and streams of rivers
and valleys of earth and spirits, and [all things] that are.
High shining heaven trembles before you, and every sea,
lord, ruler of all, holy one, and master of all.
By your power the elements exist and all things come into being,
the route of sun and moon, or night and dawn—
all things in air and earth and water and the breath of fire.

Hymn Two (III 550-558)

Greek English
Δεῦρο <σύ>, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε <παντός>,
Πάν, ὁ διαστήσας τὸν κόσμον {τῷ σεαυτοῦ} πνεύματι θε<ί>ῳ·
πρῶτος δ’ ἐξεφάνης ἐκ πρωτογόνου, φὺς εὐμεθόδως[1]


ὕδατος <ἐκ> βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον,
γαῖαν, πῦρ, ὕδωρ <τε καὶ> ἀέρα καὶ πάλιν αἶθρα<ν>
καὶ ποταμοὺ<ς> κελάδοντα<ς>, ὑσγηνοϊδὴ<ς> τε σελήνη<ν>,
ἀστέρας ἀερίοι, ἐῴοι, περιδινοπλανῆται·
αὐταῖς σαῖς βουλαῖς <σοι> δορ<υ>φοροῦσιν ἅπαντα.
trans.

Hymn Three (IV 939-948)

Reconstructed Original
χαῖρε, δράκων ἀκμαῖέ {δὲ} λέων, φυσικαὶ πυρὸς ἀρχή,
χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον
καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον,
καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων,
κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε,
ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ,
νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω·
ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις.
χαῖρε, δράκων ἀκμαῖέ {δὲ} λέων, φυσικαὶ πυρὸς ἀρχή,
χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον
καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον,
καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων,
κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε,
ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ,
νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω·

ηω αι ου αμερρ οουωθ· ιυϊωη· Μαρμαραυώθ· Λαϊλαμ· σουμαρτα·
ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις.
Personal tools