Sodalitas Graeciae (Nova Roma)/Religion from the Papyri/PGM Hymns
Hymn One (XII 244-252)
The texts of the hymns differ slightly from what Preisendanz presents in the main body of the PGM editions, likely corrections for meter, style, and so on. Some of his modifications are more justifiable than others, so both the original PGM text as well as the modified version has been presented for each hymn. Highlighting in blue in the original text indicates what Preisendanz retained in his reconstruction. Highlighting in green points out minor tweaks he made. The English translations under the "Original" column are directly from Betz. Those on the "Reconstructed" column are Betz translations with some modifications, where necessary, to conform the English with the reconstruction. Any questions about differences in the English texts should be settled by appeal to the Greek.
Reconstructed | Original |
---|---|
τίς μορφὰς ζώων ἔπλασε, τίς δὲ εὗρε κελεύθους; τίς καρπῶν γεννητής, τίς δ’ οὔρεα ὑψόσ’ ἐγείρει; τίς δὲ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα; τίς δὲ Αἰὼν Αἰ<ῶ>να τρέφων Αἰῶσιν ἀνάσσει; εἷς θεὸς ἀθάνατος· πάντων γεννήτωρ σὺ πέφυκας καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις, Αἰώνων βασιλεῦ καὶ κύριε, ὃν καὶ τρέμουσιν οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε τὰ ῥεῖθρα καὶ βῆσσαι γαίης <κ>αὶ πνεύματα, πάντα τὰ φύντα. οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα, κύριε, παντοκράτωρ ἅγιε καὶ δέσποτα πάντων. σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεθ' ἅπαντα, ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς, ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ. |
τίς μορφὰς ζώων ἔπλασε, τίς δὲ εὗρε κελεύθους; τίς καρπῶν γεννητής, τίς δ’ οὔρεα ὑψόσ’ ἐγείρει; τίς δὲ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα; τίς δὲ Αἰὼν Αἰ<ῶ>να τρέφων Αἰῶσιν ἀνάσσει; εἷς θεὸς ἀθάνατος· πάντων γεννήτωρ σὺ πέφυκας καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις, Αἰώνων βασιλεῦ καὶ κύριε, ὃν καὶ τρέμουσιν οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε τὰ ῥεῖθρα καὶ βῆσσαι γαίης <κ>αὶ πνεύματα, πάντα τὰ φύντα. οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα, κύριε, παντοκράτωρ ἅγιε καὶ δέσποτα πάντων. σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεται πάντα, ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς, ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ. |
Only one small stylistic difference, at the beginning of line 251, φύεται πάντα was modified to φύεθ' ἅπαντα, not changing the meaning. |
Who molded the forms of the beasts [of the Zodiac]? Who found [their] routes. Who was the begetter of fruits? Who raises up the mountains? Who commanded the winds to hold to their annual tasks? What Aion nourishing an Aion rules the Aions? One deathless god. You are the begetter of all and assign souls to all and control all, king of the Aions and lord, [before] whom mountains and plains together tremble, springs and streams of rivers and valleys of earth and spirits, and [all things] that are. High shining heaven trembles before you, and every sea, lord, ruler of all, holy one, and master of all. By your power the elements exist and all things come into being, the route of sun and moon, or night and dawn— all things in air and earth and water and the breath of fire. |
Hymn Two (III 550-558)
Reconstructed | Original |
---|---|
Δεῦρο <σύ>, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε <παντός>, Πάν, ὁ διαστήσας τὸν κόσμον {τῷ σεαυτοῦ} πνεύματι θε<ί>ῳ· πρῶτος δ’ ἐξεφάνης ἐκ πρωτογόνου, Μελιοῦχε ὕδατος <ἐκ> βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον, γαῖαν, πῦρ, ὕδωρ <τε καὶ> ἀέρα καὶ πάλιν αἶθρα<ν> καὶ ποταμοὺ<ς> κελάδοντα<ς>, ὑσγηνοϊδὴ<ς> τε σελήνη<ν>, ἀστέρας ἀερίοι, ἐῴοι, περιδινοπλανῆται· αὐταῖς σαῖς βουλαῖς <σοι> δορ<υ>φοροῦσιν ἅπαντα. |
δεῦρό μοι ἐν τῇ ἁγίᾳ σου περιστροφῇ τοῦ ἁγίου πνεύματος, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε παντός, διαστήσας τὸν κόσμον τῷ σεαυτοῦ πνεύματι θε[ί]ῳ· πρῶτος δ’ ἐξεφάνης ἐκ πρωτογόνου, φὺς εὐμεθόδως, ὕδατος βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον, γαῖαν, πῦρ, ὕδωρ, ἀέρα καὶ πάλιν αἶθρα καὶ ποταμοὺ<ς> κελάδοντα<ς>, ὑσγηνοϊδῆ τε σελήνη<ν>, ἀστέρας ἀερίου<ς> ἐῴου<ς>, περιδινοπλανήτα[ς]· αὐταῖς σαῖς βουλαῖς δορυφοροῦσιν ἅπαντα. |
Come thou, founder of the world, O god of gods, lord of the world, [the] All, who divides by your own divine spirit the universe; first from the first born, Μελιοῦχε, from water that's turbulent, who founded all the world: Abyss, earth, fire, water in addition to air, and in turn Ether and roaring rivers, red-faced moon, Heaven's stars, morning stars, the whirling planets. 'Tis by your counsels they attend all things. |
Come to me in your holy circuit of the holy spirit, founder of the world, O god of gods, lord of the world, who have divided by your own divine spirit first from the first born you appeared, created carefully, from water that's turbulent, who founded all the world: Abyss, earth, fire, water, air and in turn Ether and roaring rivers, red-faced moon, Heaven's stars, morning stars, the whirling planets. 'Tis by your counsels they attend all things. |
Hymn Three (IV 939-948)
Reconstructed | Original |
---|---|
χαῖρε, δράκων ἀκμαῖέ {δὲ} λέων, φυσικαὶ πυρὸς ἀρχή, χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον, καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων, κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε, ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ, νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω· ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις. |
χαῖρε, δράκων ἀκμαῖέ {δὲ} λέων, φυσικαὶ πυρὸς ἀρχή, χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον, καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων, κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε, ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ, νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω· ηω αι ου αμερρ οουωθ· ιυϊωη· Μαρμαραυώθ· Λαϊλαμ· σουμαρτα· ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις. |
Only the voces magicae have been removed, probably unjustifiably considering the context. | Hail, serpent, and stout lion, natural Sources of fire And hail, clear water and Lofty-leafed tree, and you who gather up clover from golden fields of beans, and who cause gentle foam to gush forth from pure mouths. Scarab, who drive the orb of fertile fire, O self-generated one, because you are two-syllabled, ΑE, and are the first-appearing one, nod me assent, I pray, because your mystic symbols of delcare, ηω αι ου αμερρ οουωθ· ιυϊωη· Μαρμαραυώθ· Λαϊλαμ· σουμαρτα· Be gracious unto me, first-father, and may you yourself send strength as my companion. |