Sodalitas Graeciae (Nova Roma)/Religion from the Papyri/PGM Hymns
Contents |
Introduction
The texts of the hymns differ slightly from what Preisendanz presents in the main body of the PGM editions, likely corrections for meter, style, and so on. Some of his modifications are more justifiable than others, so both the original PGM text as well as the modified version has been presented for each hymn. Highlighting in blue in the original text indicates what Preisendanz retained in his reconstruction. Highlighting in green points out minor tweaks he made. The English translations under the "Original" column are directly from Betz. Those on the "Reconstructed" column are Betz translations with some modifications, where necessary, to conform the English with the reconstruction. Any questions about differences in the English texts should be settled by appeal to the Greek.
Hymn One (XII 244-252)
Reconstructed | Original |
---|---|
τίς μορφὰς ζώων ἔπλασε, τίς δὲ εὗρε κελεύθους; τίς καρπῶν γεννητής, τίς δ’ οὔρεα ὑψόσ’ ἐγείρει; τίς δὲ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα; τίς δὲ Αἰὼν Αἰ<ῶ>να τρέφων Αἰῶσιν ἀνάσσει; εἷς θεὸς ἀθάνατος· πάντων γεννήτωρ σὺ πέφυκας καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις, Αἰώνων βασιλεῦ καὶ κύριε, ὃν καὶ τρέμουσιν οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε τὰ ῥεῖθρα καὶ βῆσσαι γαίης <κ>αὶ πνεύματα, πάντα τὰ φύντα. οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα, κύριε, παντοκράτωρ ἅγιε καὶ δέσποτα πάντων. σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεθ' ἅπαντα, ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς, ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ. |
τίς μορφὰς ζώων ἔπλασε, τίς δὲ εὗρε κελεύθους; τίς καρπῶν γεννητής, τίς δ’ οὔρεα ὑψόσ’ ἐγείρει; τίς δὲ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα; τίς δὲ Αἰὼν Αἰ<ῶ>να τρέφων Αἰῶσιν ἀνάσσει; εἷς θεὸς ἀθάνατος· πάντων γεννήτωρ σὺ πέφυκας καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις, Αἰώνων βασιλεῦ καὶ κύριε, ὃν καὶ τρέμουσιν οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε τὰ ῥεῖθρα καὶ βῆσσαι γαίης <κ>αὶ πνεύματα, πάντα τὰ φύντα. οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα, κύριε, παντοκράτωρ ἅγιε καὶ δέσποτα πάντων. σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεται πάντα, ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς, ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ. |
Only one small stylistic difference, at the beginning of line 251, φύεται πάντα was modified to φύεθ' ἅπαντα, not changing the meaning. |
Who molded the forms of the beasts [of the Zodiac]? Who found [their] routes. Who was the begetter of fruits? Who raises up the mountains? Who commanded the winds to hold to their annual tasks? What Aion nourishing an Aion rules the Aions? One deathless god. You are the begetter of all and assign souls to all and control all, king of the Aions and lord, [before] whom mountains and plains together tremble, springs and streams of rivers and valleys of earth and spirits, and [all things] that are. High shining heaven trembles before you, and every sea, lord, ruler of all, holy one, and master of all. By your power the elements exist and all things come into being, the route of sun and moon, or night and dawn— all things in air and earth and water and the breath of fire. |
Hymn Two (III 550-558)
Reconstructed | Original |
---|---|
Δεῦρο <σύ>, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε <παντός>, Πάν, ὁ διαστήσας τὸν κόσμον {τῷ σεαυτοῦ} πνεύματι θε<ί>ῳ· πρῶτος δ’ ἐξεφάνης ἐκ πρωτογόνου, Μελιοῦχε ὕδατος <ἐκ> βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον, γαῖαν, πῦρ, ὕδωρ <τε καὶ> ἀέρα καὶ πάλιν αἶθρα<ν> καὶ ποταμοὺ<ς> κελάδοντα<ς>, ὑσγηνοϊδὴ<ς> τε σελήνη<ν>, ἀστέρας ἀερίοι, ἐῴοι, περιδινοπλανῆται· αὐταῖς σαῖς βουλαῖς <σοι> δορ<υ>φοροῦσιν ἅπαντα. |
δεῦρό μοι ἐν τῇ ἁγίᾳ σου περιστροφῇ τοῦ ἁγίου πνεύματος, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε παντός, διαστήσας τὸν κόσμον τῷ σεαυτοῦ πνεύματι θε[ί]ῳ· πρῶτος δ’ ἐξεφάνης ἐκ πρωτογόνου, φὺς εὐμεθόδως, ὕδατος βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον, γαῖαν, πῦρ, ὕδωρ, ἀέρα καὶ πάλιν αἶθρα καὶ ποταμοὺ<ς> κελάδοντα<ς>, ὑσγηνοϊδῆ τε σελήνη<ν>, ἀστέρας ἀερίου<ς> ἐῴου<ς>, περιδινοπλανήτα[ς]· αὐταῖς σαῖς βουλαῖς δορυφοροῦσιν ἅπαντα. |
Come thou, founder of the world, O god of gods, lord of the world, [the] All, who divides by your own divine spirit the universe; first from the first born, Μελιοῦχε, from water that's turbulent, who founded all the world: Abyss, earth, fire, water in addition to air, and in turn Ether and roaring rivers, red-faced moon, Heaven's stars, morning stars, the whirling planets. 'Tis by your counsels they attend all things. |
Come to me in your holy circuit of the holy spirit, founder of the world, O god of gods, lord of the world, who have divided by your own divine spirit first from the first born you appeared, created carefully, from water that's turbulent, who founded all the world: Abyss, earth, fire, water, air and in turn Ether and roaring rivers, red-faced moon, Heaven's stars, morning stars, the whirling planets. 'Tis by your counsels they attend all things. |
Hymn Three (IV 939-948)
Reconstructed | Original |
---|---|
χαῖρε, δράκων ἀκμαῖέ {δὲ} λέων, φυσικαὶ πυρὸς ἀρχή, χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον, καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων, κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε, ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ, νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω· ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις. |
χαῖρε, δράκων ἀκμαῖέ {δὲ} λέων, φυσικαὶ πυρὸς ἀρχή, χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον, καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων, κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε, ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ, νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω· ηω αι ου αμερρ οουωθ· ιυϊωη· Μαρμαραυώθ· Λαϊλαμ· σουμαρτα· ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις. |
Only the voces magicae have been removed, probably unjustifiably considering the context. |
Hail, serpent, and stout lion, natural Sources of fire And hail, clear water and Lofty-leafed tree, and you who gather up clover from golden fields of beans, and who cause gentle foam to gush forth from pure mouths. Scarab, who drive the orb of fertile fire, O self-generated one, because you are two-syllabled, ΑE, and are the first-appearing one, nod me assent, I pray, because your mystic symbols of delcare, ηω αι ου αμερρ οουωθ· ιυϊωη· Μαρμαραυώθ· Λαϊλαμ· σουμαρτα· Be gracious unto me, first-father, and may you yourself send strength as my companion. |
Hymn Four
This hymn was reconstructed by Preisendanz in such a wild and daring way that it is difficult to take it seriously. For this reason it is not included in this list, but if anyone really wants to see it, contact M. Cornelius Gualterus Graecus and it will be added. To give one a sense of how daring a reconstruction it is, below are the components (from different papyri, no less!) he used to put it together,
Lines | Excluded | |
---|---|---|
PGM IV 436-61 PGM IV 1957-89 PGM VIII 74-81 PGM I 315-25,41/42 |
= A 1-25 = B 1-24 = C 1-8 = D 11-13 |
(A), without 18-19, 21; (B) without 26-27; (C) without 7-10, 12, 14-27; (D) without 1-6, 9-11, 18, 21, 22, 26, 27 |
Hymn Five (III 198-229)
Reconstructed | Original |
---|---|
ἥσυχον ἐν στομάτεσσι πάντες κατερύκετε φ[ωνήν·] αἰθέρος ἀμφίδρομοι σιγὴν ὄρνιθες ἔχοιτε, σκιρτῶντες, δελφῖνες, ὑπὲρ ἁλίοιο παύεσθε, μείνατέ μοι, ποταμῶν τε ῥοαὶ καὶ νάματ' αν[αύρω]ν, οἰωνοὶ πτηνοί, νῦν στήσατε πάντα ὑπ’ αἶθραν, ἑρπετὰ φωλειοῖσι βοὴν ἀΐοντα φοβεῖσθε, δαίμονες ἐν φθιμέν[ο]ις, σιγὴν τρομέοντες ἔ[χοιτ]ε, ἀρρήτοις ἔπεσιν κόσμ[ος] ξει[νί]ζ̣εται αὐτός. ὦ βασιλεῦ, κόσμου [γενέτω]ρ, ἐμοὶ ἵλαος ἔ[λθιος] κάν[θαρε, χ]ρυσοκόμην κλ̣[ῄζω θεὸν] ἀθάνατόν <σε>, κάν[θαρε, π]ᾶσι θεοῖσι καὶ [ἀνθρώ]ποις μέγα θα[ῦμα,] ἵλαθι, δεσ]πο[τ' ἔχων] ε̣πι̣σ̣[οὶ φλόγ]ι̣νον̣ πυρό̣σ [ἀτμόν], δέσποτα ἀν[τολίης], Τίταν, πυροεὶς ἀνατε[ί]λας. κλῄζω, πρῶτο[ν τ]ὸν Διὸς ἄγγελον, θε<ῖ>ον Ἰάω, καί σε, τὸν οὐράνιον κόσμον κατέχοντα, Ῥ[αφαήλ,] ἀντολίῃς χαίρ[ω]ν, θεὸς ἵλαος ἔσ<σ>ο, Ἀβρασά[ξ,] καί σε, μέγιστε <καὶ> αἰθέριε, κλῄζω {ἀ[ρ]ωγόν σου} <σε> Μ[ιχαήλ] καὶ σώζοντα βι̣[ου]ς̣ιδίω̣<ν>, Δι[ὸς] ὄμμα τέλ[ειον] καὶ φύσιν ἀέξαντα καὶ ἐκ φύσεως φύσιν α[ὖθις,] καὶ κλῄζω ἀθανάτων ...ο̣π̣ασ̣ηηπ̣α σεσε[νγενβ]αρφαραγγης· παντοκράτωρ θεός ἐστι, σὺ δ’, ἀθάνατ’, ἔσσι μέγι[στος·] ἱκνοῦμαι, νῦν λάμψον, ἄναξ κόσμοιο, Σα[βαώθ,] ὃς δύσιν ἀντολίῃσιν ἐπισκεπάζε<ι>ς, Ἀδωνα[ί,] κόσμος ἐὼν κόσμον μόνος ἀθανάτων ἐ[φοδε]ύεις, αὐτομαθής, ἀδίδακτος μέσον <τὸν> κόσμον ἐλ[αύνων] (?)τῆ̣[ς] νυκτὸς <κ>αιροὺς ἰδέ̣ ἠοῦς ακραμμαχ[αρι,] κα̣.............κ̣...ρων ἐπιθύματα̣ δά[φ]νης, καὶ Στυγὸς ἀδ[μήτοιο] πύλας καὶ Κῆρα λύγ[ρόν,] ὁρκίζω σε, σφραγῖδ[α θ]ε[οῦ], ὃν πάντες Ὀλύμ[που] ἀθάνατοι φρίσσο[υσι ... κ]αὶ δαίμονες ἔξοχ’ ἄρ[ιστοι] κ[αὶ] πέλαγος σιγᾷ [καὶ στ]έλλεται, ὁππότ’ ἀκού[ει·] |
ἥσυχον ἐν στομάτεσσι πάντες κατερύκετε φ[ωνήν·] αἰθέρος ἀμφίδρομοι σιγὴν ὄρνιθες ἔχοιτε, σκιρτῶντες, δελφῖνες, ὑπὲρ ἁλίοιο παύεσθε, μείνατέ μοι, ποταμῶν τε ῥοαὶ καὶ νάματα ν[ασμῶ]ν, οἰωνοὶ πτηνοί, νῦν στήσατε πάντα ὑπ’ αἶθραν, ἑρπετὰ φωλειοῖσι βοὴν ἀΐοντα φοβεῖσθε, δαίμονες ἐν φθιμέν[ο]ις, σιγὴν τρομέοντες ἔ[χοιτ]ε, ἀρρήτοις ἔπεσιν κόσμ[ος] ξει[νί]ζ̣εται αὐτός. Σημέα βασιλεῦ, κόσμου [γενέτω]ρ, ἐμοὶ ἵλαος ἔ[σσο,] κάν[θαρε, χ]ρυσοκόμην κλ̣[ῄζω θεὸν] ἀθάνατόν <σε>, κάν[θαρε, π]ᾶσι θεοῖσι καὶ [ἀνθρώ]ποις μέγα θα[ῦμα,] ........πο.....ε̣πι̣σ̣......ι̣νον̣ πυρε̣σ[ίθυμε], δέσποτα ἀν[τολίης], Τίταν, πυροεὶς ἀνατε[ί]λας, [σὲ] κλῄζω, πύριν[ο]ν Διὸς ἄγγελον, θε<ῖ>ον Ἰάω, καί σε, τὸν οὐράνιον κόσμον κατέχοντα, Ῥ[αφαήλ,] ἀντολίῃς χαίρ[ω]ν, θεὸς ἵλαος ἔσ<σ>ο, Ἀβρασά[ξ,] καί σε, αἰθέριε, κλῄζω ἀ[ρ]ωγόν σου Μ[ιχαήλ] καὶ σώζοντα βι̣.οσ̣ιδιω̣ αιρ̣... ὄμμα τέλ[ειον] καὶ φύσιν δείξαντα καὶ ἐκ φύσεως φύσιν α[ὖθις,] καὶ κλῄζω ἀθανάτων ...ο̣π̣ασ̣ηηπ̣α σεσε[νγενβ]αρφαραγγης· παντοκράτωρ θεός ἐστι, σὺ δ’, ἀθάνατ’, ἔσσι μέγι[στος·] ἱκνοῦμαι, νῦν λάμψον, ἄναξ κόσμοιο, Σα[βαώθ,] ὃς δύσιν ἀντολίῃσιν ἐπισκεπάζε<ι>ς, Ἀδωνα[ί,] κόσμος ἐὼν μοῦνος κόσμον ἀθανάτων ἐ[φοδε]ύεις, αὐτομαθής, ἀδίδακτος μέσον κόσμον ἐλ[αύνων] το[ῖς] νυκτός <σ’> α[ἴ]ρουσι δι’ ἠ<χ>οῦς ακραμμαχ[αρι,] κα̣.............κ̣...[χαί]ρων ἐπίθυμα τὸ δά[φ]νου, καὶ Στυγὸς ἀδ[μήτοιο] πύλας καὶ Κῆρα λύτ[ειραν,] ὁρκίζω σε, σφραγῖδ[α θ]ε[οῦ], ὃν πάντες Ὀλύμ[που] ἀθάνατοι φρίσσο[υσι θεοὶ κ]αὶ δαίμονες ἔξοχ’ ἄρ[ιστοι] κ[αὶ] πέλαγος σιγᾶ[ν ἐπιτ]έλλεται, ὁππότ’ ἀκού[ει·] |
Keep silent, everyone, the voice that's in your mouths O circling birds of air, keep quiet; Cease frolicking, you dolphins, o'er the brine. Stand for me, river streams and fountain [flows]. Now, birds of augery, stop everything beneath the sky. May you in awe keep silence, daimons 'mid the shades. The world itself's astonished by the secret words. King Semea, [father] of the world, be gracious to me, O scarab, [I call you] immortal, golden-haired god, O Scarab, marvel great to ev'ry god and man, [be gracious, lord, who hold the fiery vapor in your power], Lord of the [sunrise], risen fiery, Titan, I call [you], flaming messenger of Zues, divine IAO[1]
|
Hymn Six (IV 179-201)
Reconstructed | Original |
---|---|
Κραταιὲ Τυφῶν, τῆς ἄνω σκηπτουχίας σκηπτοῦχε καὶ δυνάστα, θεὲ θεῶν, ἄναξ, γνοφεντινάκτα, βρονταγωγέ, λαιλαφέτη, νυκταστρ<ῆ>τα, ψυχ<ρ>οθερμοφύσησε, πετρεντινάκτα, τειχοσεισμοποι<ησ>έ, κοχλαζοκύμων, βυθοταραξοκίνησε, Ἰωερβήτ αυ ταυϊ μηνι· ἐγώ εἰμι ὁ σύν σοι τὴν ὅλην οἰκουμένην ἀνασκαλεύσας καὶ ἐξευρὼν τὸν μέγαν Ὄσιριν, ὅν σοι δέσμιον προσήνεγκα. ἐγώ εἰμι ὁ σύν σοι συμμαχήσας τοῖς θεοῖς · ἐγώ εἰμι ὁ κλείσας οὐρανοῦ δισσὰς πτύχας καὶ κοιμίσας δράκοντα τὸν ἀθεώρητον, στήσας θάλασσαν, ῥεῖθρα, ποταμῶν νάματα, ἄχρις οὗ κυριεύσῃς τῆσδε τῆς σκηπτουχίας. ὁ σὸς στρατιώτης ὑπὸ θεῶν νενίκημαι, πρηνὴς ῥέριμμαι μηνίδος εἵνεκεν κενῆς. ἔγειρον, ἱκετῶ, τὸν σόν, ἱκνοῦμαι, φίλον καὶ μ[ή] με ῥίψῃς χθονοριφῆ, ἄναξ θεῶν δυνάμωσον, ἱκετῶ, δός δέ μοι ταύτην χάριν, ἵν’ ὅταν τινὰ αὐτῶν τῶν θεῶν φράσω μολεῖν ἐμαῖς ἀοιδαῖς θᾷττον ὀφθῇ μοι μολών. |
Κραταιὲ Τυφῶν, τῆς ἄνω σκηπτουχίας σκηπτοῦχε καὶ δυνάστα, θεὲ θεῶν, ἄναξ, αβεραμενθωου (λόγος), γνοφεντινάκτα, βρονταγωγέ, λαιλαπετέ, νυκταστράπτα, ψυχ<ρ>οθερμοφύσησε, πετρεντινάκτα, τειχοσεισμοποιέ, κοχλαζοκύμων, βυθοταραξοκίνησε, Ἰωερβήτ αυ ταυϊ μηνι· ἐγώ εἰμι ὁ σύν σοι τὴν ὅλην οἰκουμένην ἀνασκαλεύσας καὶ ἐξευρὼν τὸν μέγαν Ὄσιριν, ὅν σοι δέσμιον προσήνεγκα. ἐγώ εἰμι ὁ σύν σοι συμμαχήσας τοῖς θεοῖς · ἐγώ εἰμι ὁ κλείσας οὐρανοῦ δισσὰς πτύχας καὶ κοιμίσας δράκοντα τὸν ἀθεώρητον, στήσας θάλασσαν, ῥεῖθρα, ποταμῶν νάματα, ἄχρις οὗ κυριεύσῃς τῆσδε τῆς σκηπτουχίας. ὁ σὸς στρατιώτης ὑπὸ θεῶν νενίκημαι, πρηνὴς ῥέριμμαι μηνίδος εἵνεκεν κενῆς. ἔγειρον, ἱκετῶ, τὸν σόν, ἱκνοῦμαι, φίλον καὶ μ[ή] με ῥίψῃς χθονοριφῆ, ἄναξ θεῶν αεμιναεβαρωθερρεθωραβεανιμεα. δυνάμωσον, ἱκετῶ, δός τε μοι ταύτην τὴν χάριν, ἵν’, ὅταν τινὰ αὐτῶν τῶν θεῶν φράσω μολεῖν, ἐμαῖς ἀοιδαῖς θᾷττον ὀφθῇ μοι μολών, ναϊνε βασαναπτατου εαπτου μηνωφαεσμη παπτου μηνωφ· |
trans | O mighty Typhon, ruler of the realm above and master, god of gods, O lord αβεραμενθωου (formula) O dark's disturber, thunder's bringer, whirlwind, night-flasher, breather-forth of hot and cold, Shaker of rocks, wall-trembler, boiler of the waves, disturber of the sea's great depth, Ἰωερβήτ αυ ταυϊ μηνι, I'm he who searched with you the whole world and found great Osiris, whom I brought you chained. I'm he who joined you in war with the gods I'm he who closed heav'n's double gates and put to sleep the serpent which must not been seen, who stopped the seas, the streams, the river currents, where'er you rule this realm. And as your soldier I have been conquered by the gods, I have been thrown face down because of empty wrath. Raise up your friend, I beg you, I implore; Throw me not on the ground, O lord of gods, αεμιναεβαρωθερρεθωραβεανιμεα, O grant me power, I beg, and give to me this favor, so that, whensoe'r I tell one of the gods to come, he is seen coming swiftly to me in answer to my chants, ναϊνε βασαναπτατου εαπτου μηνωφαεσμη παπτου μηνωφ· αεσιμη· τραυαπτι· πευχρη· τραυαρα· πτου- μηφ· μουραι· ανχουχαφαπτα· μουρσα· αραμει· Ἰάω· αθθαραυϊ μηνοκερ· βορο πτουμηθ· ατ ταυϊ μηνι χαρχαρα· πτου- μαυ· λαλαψα· τραυϊ τραυεψε μαμω φορτουχα· αεηιο ϊου οηωα· εαϊ αεηι ωι ιαω αηι αι ιαω. |
Hymn
Reconstructed | Original |
---|---|
greek | greek. |
trans |
Hymn
Reconstructed | Original |
---|---|
greek | greek. |
trans |
Hymn
Reconstructed | Original |
---|---|
greek | greek. |
trans |